Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.268 Joseph. AJ 6.272 (English) >>Joseph. AJ 6.276

6.270 δʼ οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηγον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. μένειν δʼ αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως ἠξίου. 6.271

Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀκούσας Δαυίδης τοὺς Παλαιστίνους ἐμβεβληκότας εἰς τὴν Κιλλανῶν χώραν καὶ ταύτην διαρπάζοντας δίδωσιν ἑαυτὸν στρατεύειν ἐπʼ αὐτοὺς τοῦ θεοῦ διὰ τοῦ προφήτου πυθόμενος εἰ ἐπιτρέπει νίκην. τοῦ δὲ σημαίνειν φήσαντος ἐξώρμησεν ἐπὶ τοὺς Παλαιστίνους μετὰ τῶν ἑταίρων καὶ φόνον τε αὐτῶν πολὺν ἐξέχεε καὶ λείαν ἤλασεν. 6.272καὶ παραμείνας τοῖς Κιλλανοῖς ἕως οὗ τὰς ἅλως καὶ τὸν καρπὸν συνεῖλον ἀδεῶς Σαούλῳ τῷ βασιλεῖ μηνύεται παρʼ αὐτοῖς ὤν· τὸ γὰρ ἔργον καὶ τὸ κατόρθωμα οὐκ ἔμεινε παρʼ οἷς ἐγένετο, φήμῃ δʼ ἐπίπαν εἴς τε τὰς τῶν ἄλλων ἀκοὰς καὶ πρὸς τὰς τοῦ βασιλέως διεκομίσθη αὑτό τε συνιστάνον καὶ τὸν πεποιηκότα. 6.273χαίρει δὲ Σαοῦλος ἀκούσας ἐν Κίλλα τὸν Δαυίδην, καίθεὸς ἤδη χερσὶ ταῖς ἐμαῖς ὑπέθετο αὐτόν, εἰπών, ἐπεὶ καὶ συνηνάγκασεν ἐλθεῖν εἰς πόλιν τείχη καὶ πύλας καὶ μοχλοὺς ἔχουσαν”, τῷ λαῷ παντὶ προσέταξεν ἐπὶ τὴν Κίλλαν ἐξορμῆσαι καὶ πολιορκήσαντι καὶ ἑλόντι τὸν Δαυίδην ἀποκτεῖναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.268 Joseph. AJ 6.272 (English) >>Joseph. AJ 6.276

Powered by PhiloLogic